Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.10 Dem. 33.13 (English) >>Dem. 33.16

33.12ἐγὼ δὲ τὸν πιστεύοντα ἐμαυτῷ τοσούτῳ ἔφην ἧττον ἂν περιιδεῖν, ὅσῳ φυγὰς ὢν καὶ ἀτυχῶν ἠδικεῖτο ὑπὸ τούτου. πάντα δὲ ποιήσας καὶ εἰς πᾶσαν ἀπέχθειαν τούτῳ ἐλθών, μόλις εἰσέπραξα τὸ ἀργύριον, πραθείσης τῆς νεὼς τετταράκοντα μνῶν, ὅσουπερ θέσις ἦν. ἀποδοθεισῶν δὲ τῶν τριάκοντα μνῶν ἐπὶ τὴν τράπεζαν καὶ τῶν δέκα μνῶν τῷ Παρμένοντι, ἐναντίον πολλῶν μαρτύρων τάς τε συγγραφὰς ἀνειλόμεθα, καθʼ ἃς ἐδανείσθη τὰ χρήματα, καὶ τῶν συναλλαγμάτων ἀφεῖμεν καὶ ἀπηλλάξαμεν ἀλλήλους, ὥστε μήτε τούτῳ πρὸς ἐμὲ μήτʼ ἐμοὶ πρὸς τοῦτον πρᾶγμα εἶναι μηδέν. καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.Μαρτυρίαι

33.13μετὰ ταῦτα τοίνυν ἐμοὶ μὲν οὔτε μεῖζον οὔτε ἔλαττον πρὸς αὐτὸν συμβόλαιον γέγονεν· δὲ Παρμένων ἐδικάζετο τούτῳ τῶν τε πληγῶν ὧν ἔλαβεν ὑπὸ τούτου, ὅτε τῶν παίδων ἐξαγομένων ἐπελάβετο, καὶ ὅτι τοῦ εἰς Σικελίαν πλοῦ διὰ τοῦτον κατεκωλύθη. ἐνεστηκυίας δὲ τῆς δίκης δίδωσιν Παρμένων ὅρκον τούτῳ περί τινων ἐγκλημάτων, καὶ οὗτος ἐδέξατο, ἐπιδιαθέμενος ἀργύριον, ἐὰν μὴ ὀμόσῃ τὸν ὅρκον. καὶ ὅτι ἀληθῆ λέγω, λαβέ μοι τὴν μαρτυρίαν.Μαρτυρία

33.14δεξάμενος τοίνυν τὸν ὅρκον, εἰδὼς ὅτι πολλοὶ αὑτῷ συνείσονται ἐπιορκήσαντι, ἐπὶ μὲν τὸ ὀμόσαι οὐκ ἀπήντα, ὡς δὲ δίκῃ λύσων τὸν ὅρκον προσκαλεῖται τὸν Παρμένοντα. ἐνεστηκυιῶν δʼ αὐτοῖς τῶν δικῶν πεισθέντες ὑπὸ τῶν παρόντων εἰς ἐπιτροπὴν ἔρχονται, καὶ γράψαντες συνθήκας ἐπιτρέπουσιν ἑνὶ μὲν διαιτητῇ κοινῷ Φωκρίτῳ πολίτῃ αὑτῶν, ἕνα δʼ ἑκάτερος παρεκαθίσατο, οὗτος μὲν Ἀριστοκλέα Ὀῆθεν, δὲ Παρμένων ἐμέ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 33.10 Dem. 33.13 (English) >>Dem. 33.16

Powered by PhiloLogic